TLG 1648 002 :: PYRGION :: Fragmentum

PYRGION Hist.
(a. A.D. 3)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 486–487.

Fr. 1

Citation: Fragment — (line)

t

ΚΡΗΤΙΚΑ ΝΟΜΙΜΑ. E LIBRO TERTIO.

1

Athenaeus IV: Πυργίων δ’ ἐν τρίτῳ Κρητικῶν Νομίμων «Ἐν τοῖς συσσιτίοις (φησὶν) οἱ Κρῆτες καθήμενοι εὐσιτοῦσι·» καὶ ὅτι ἀβαμβάκευτα τοῖς ὀρφανοῖς παρατίθεται· καὶ ὅτι οἱ νεώτατοι αὐτῶν ἐφε‐
5στᾶσι διακονοῦντες· καὶ ὅτι μετ’ εὐφημίας σπείσαντες τοῖς θεοῖς μερίζουσι τῶν παρατιθεμένων ἅπασιν· ἀπο‐ νέμουσι δὲ καὶ τοῖς υἱοῖς, κατὰ τὸν θᾶκον τοῦ πατρὸς ὑφιζάνουσιν, ἐξ ἡμισείας τῶν τοῖς ἀνδράσι παρατιθε‐ μένων. Τοὺς δ’ ὀρφανοὺς ἰσομερεῖς εἶναι· παρατίθεται
10δ’ αὐτοῖς ἀβαμβάκευτα τῇ κράσει καθ’ ἕκαστα τῶν
νενομισμένων. Ἦσαν δὲ καὶ ξενικοὶ θᾶκοι καὶ τράπεζα τρίτη δεξιᾶς εἰσιόντων εἰς τὰ ἀνδρεῖα· ἣν ξενίου τε486
Διὸς ξενίαν τε προσηγόρευον.487